Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.455 Joseph. BJ 4.462 (English) >>Joseph. BJ 4.469

4.460ταύτην τὴν πηγὴν λόγος ἔχει κατʼ ἀρχὰς οὐ μόνον γῆς καὶ δένδρων καρποὺς ἀπαμβλύνειν, ἀλλὰ καὶ γυναικῶν γονάς, καθόλου τε πᾶσιν εἶναι νοσώδη τε καὶ φθαρτικήν, ἐξημερωθῆναι δὲ καὶ γενέσθαι τοὐναντίον ὑγιεινοτάτην τε καὶ γονιμωτάτην ὑπὸ Ἐλισσαίου τοῦ προφήτου· γνώριμος δʼ ἦν οὗτος Ἠλία καὶ διάδοχος· 4.461ὃς ἐπιξενωθεὶς τοῖς κατὰ τὴν Ἱεριχοῦν, περισσὸν δή τι φιλοφρονησαμένων αὐτὸν τῶν ἀνθρώπων αὐτούς τε ἀμείβεται καὶ τὴν χώραν αἰωνίῳ χάριτι. 4.462προελθὼν γὰρ ἐπὶ τὴν πηγὴν καὶ καταβαλὼν εἰς τὸ ῥεῦμα πλῆρες ἁλῶν ἀγγεῖον κεράμου, ἔπειτα εἰς οὐρανὸν δεξιὰν ἀνατείνας δικαίαν κἀπὶ γῆς σπονδὰς μειλικτηρίους χεόμενος, τὴν μὲν ᾐτεῖτο μαλάξαι τὸ ῥεῦμα καὶ γλυκυτέρας φλέβας ἀνοῖξαι, 4.463τὸν δὲ ἐγκεράσασθαι τῷ ῥεύματι γονιμωτέρους τε ἀέρας δοῦναί τε ἅμα καὶ καρπῶν εὐθηνίαν τοῖς ἐπιχωρίοις καὶ τέκνων

-- --

διαδοχήν, μηδʼ ἐπιλιπεῖν αὐτοῖς τὸ τούτων γεννητικὸν ὕδωρ, ἕως μένουσι δίκαιοι. 4.464ταύταις ταῖς εὐχαῖς πολλὰ προσχειρουργήσας ἐξ ἐπιστήμης ἔτρεψε τὴν πηγήν, καὶ τὸ πρὶν ὀρφανίας αὐτοῖς καὶ λιμοῦ παραίτιον ὕδωρ ἔκτοτε εὐτεκνίας καὶ κόρου χορηγὸν κατέστη. 4.465τοσαύτην γοῦν ἐν ταῖς ἀρδείαις ἔχει δύναμιν ὡς, εἰ καὶ μόνον ἐφάψαιτο τῆς χώρας, νοστιμώτερον εἶναι τῶν μέχρι κόρου χρονιζόντων.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.455 Joseph. BJ 4.462 (English) >>Joseph. BJ 4.469

Powered by PhiloLogic